Ναὶ Κύριε ὁ Θεὸς ἡμῶν, ὁ Πατὴρ τῶν οἰκτιρμῶν, καὶ τοῦ ἐλέους πηγή, καὶ τῆς φιλανθρωπίας ἀνεξιχνίαστος ἄβυσσος, ἐπάκουσόν μου τοῦ ἁμαρτωλοῦ καὶ ἀναξίου δούλου Σου ἐν τῇ ὥρᾳ ταύτῃ καὶ στῆσον ἤδη ῥάβδον ἐπεκτεινομένην τῶν ἁμαρτωλῶν κατὰ τοῦ κλήρου τῶν δικαίων, καὶ τῆς μερίδος τῆς ἐπιθυμητῆς κληρονομίας Σου καὶ μὴ παραδώῃς ἡμᾶς εἰς τέλος διὰ τὸ ὄνομά Σου τὸ ἅγιον, ἀλλἀ δώρησαι τὸ Φιλοχρίστῳ Βασιλεῖ ἡμῶν ἄνεσιν τῶν κατεχόντων αὐτὸν ἀνιαρῶν, καὶ ἀπαλλαγὴν τῶν ἐπεχουσῶν συμφορῶν, καὶ θορύβων καὶ στάσεων, ἐνίσχυσον αὐτοῦ τὸν βραχίονα, κράτυνον τῆς γῆς αὐτοῦ τὰ σχοινίσματα καὶ τοὺς ἐπανισταμένους αὐτῷ ὑπόταξον ὑπὸ τοὺς πόδας αὐτοῦ, ἀγγελικαῖς παρεμβολαῖς αὐτὸν περιφρούρησον, χάρισον αὐτῷ τὴν βαθεῖαν καὶ ἀναφαίρετον εἰρήνην, ἵνα καὶ ἡμεῖς τὰς ἐπιγινομένας μάχας καὶ θορύβους ἀποσεισάμενοι ἥρεμον καὶ ἥσυχον βίον διάγωμεν ἐν πάσῃ εὐλαβείᾳ καὶ σεμνότητι, ἐν ἑνὶ στόματι καὶ μιᾷ καρδίᾳ δοξάζοντες καὶ εὐλογοῦντές Σε τὸν μόνον ἀληθινὸν Θεὸν ἡμῶν, δυνάμει τοῦ Τιμίου καὶ Ζωοποιοῦ Σταυροῦ, πρεσβείαις τῆς ὑπερευλογημένης Θεοτόκου καὶ πάντων τῶν Ἁγίων. Ἀμήν.
Καλλίστου Πατριάρχου